Στιχηρά. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τρισηλίου θεότητος, παραστάτης φαιδρότατος,
Τρισηλίου θεότητος, παραστάτης φαιδρότατος,
Μιχαὴλ δεικνύμενος,
ἀρχιστράτηγε,
μετὰ τῶν ἄνω Δυνάμεων, κραυγάζεις γηθόμενος,
Ἅγιος εἶ ὁ
Πατήρ, Ἅγιος ὁ συνάναρχος,
Λόγος Ἅγιος, καὶ τὸ Ἅγιον Πνεῦμα·
μία δόξα,
βασιλεία, μία φύσις,
μία Θεότης καὶ δύναμις.
Ἦχος δ'
Καὶ τὸ εἶδός σου πύρινον, καὶ τὸ κάλλος θαυμάσιον,
Καὶ τὸ εἶδός σου πύρινον, καὶ τὸ κάλλος θαυμάσιον,
Μιχαὴλ
πρωτάγγελε· τῇ ἀΰλῳ γάρ, φύσει διέρχῃ τὰ πέρατα,
πληρῶν τὰ προστάγματα,
τοῦ τῶν ὅλων Ποιητοῦ,
δυνατὸς ἐν ἰσχύϊ σου γνωριζόμενος,
καὶ πηγὴν
ἰαμάτων τὸν ναόν σου,
ἐργαζόμενος τῇ κλήσει,
τῇ σῇ ἁγίᾳ τιμώμενον.
Ἦχος δ'
Ὁ ποιῶν τούς Ἀγγέλους σου, ὥσπερ γέγραπται πνεύματα,
Ὁ ποιῶν τούς Ἀγγέλους σου, ὥσπερ γέγραπται πνεύματα,
καὶ τοὺς
λειτουργοῦντάς σοι, φλόγα πύρινον,
μέσον ταγμάτων πρωτεύοντα, ἀνέδειξας
Κύριε,
σοῦ τῶν ἀρχαγγελικῶν, Μιχαὴλ ἀρχιστράτηγον,
σοῦ ταῖς νεύσεσι,
καθυπείκοντα Λόγε,
καὶ τὸν ὕμνον, τὸν Τρισάγιον ἐν φόβῳ,
ἀναφωνοῦντα τῇ
δόξῃ σου.
Δοξαστικόν. Ἦχος πλ. β'. Βυζαντίου
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι·
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι·
ὁ πρωτοστάτης γὰρ
ὑμῶν, καὶ ἡμέτερος προστάτης,
ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν,
ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει,
παραδόξως ἐποπτανόμενος ἁγιάζει·
ὅθεν κατὰ
χρέος, ἀνυμνοῦντες αὐτόν, βοήσωμεν·
Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν
πτερύγων σου,
μέγιστε Μιχαήλ Ἀρχάγγελε.
Θεοτοκίον. Ἦχος πλ. β'
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Παρθένων χοροστασίαι·
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Παρθένων χοροστασίαι·
ἡ προστασία γὰρ
ἡμῶν, καὶ μεσίτρια καὶ σκέπη, καὶ μέγα καταφύγιον,
τὴν σήμερον ἡμέραν,
ἐν τῇ σεπτῇ αὐτῆς καὶ θείᾳ προμηθείᾳ,
τοὺς θλιβομένους παραμυθεῖται·
ὅθεν κατὰ χρέος,
ἀνυμνοῦντες αὐτήν, βοήσωμεν· Σκέπασον ἡμᾶς,
ἐν τῇ θείᾳ
προστασίᾳ σου, ἄχραντε Θεοτόκε Δέσποινα.
Πηγή: Μηναῖον Σεπτεμβριου, « Φῶς», σελ. 75 & glt.goarch.org