«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 18 Οκτωβρίου 2019

Πρὸς τιμὴν τοῦ Ἁγίου Ἀποστόλου & Εὐαγγελιστὴ Λουκᾶ



Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
 
Χάρις τοῖς χείλεσί σου Λουκᾶ, 
πυρίνῃ γλώσσῃ ἐξεχύθη Ἀπόστολε,
 καὶ γλῶσσα πυρὸς ἐδείχθης, 
λόγους ἐκπέμπων φωτός, 
τοῖς φωτὸς ἀξίοις τῷ κηρύγματι, 
βολίδας φλεγούσας δέ, τοῖς τὸ σκότος ποθήσασι, 
γράφων διδάσκων, τὸ σεπτὸν Εὐαγγέλιον, 
καὶ ὀσμὴ ζωῆς, τοῖς ζωὴν ὄντως θέλουσιν, 
ὤφθης ὡς Παῦλος ἔφησεν, ὃν ἔσχες διδάσκαλον· 
ὀσμὴ θανάτου δὲ πάλιν, τοῖς μὴ ζωὴν ἀγαπήσασιν.
 Ἀλλ' ἡμῖν εἰρήνην, καὶ ζωὴν καὶ φῶς παράσχου, 
καὶ μέγα ἔλεος.
 

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
 
Ἔγνωμεν ἐκ τῶν λόγων τῶν σῶν, 
καθάπερ ἔφης τὴν τῶν λόγων ἀσφάλειαν, 
ὧν ἔθου ἐνθέως Μύστα· ἐπείπερ γράψαι ἡμῖν, 
περὶ τῶν πραγμάτων ἐπεχείρησας, 
ὧν πεπληροφόρησαι, καὶ καθὼς σοι παρέδωκαν, 
οἱ πρὶν αὐτόπται, ὧν καὶ σὺ ἴσος γέγονας, 
ὑπηρέτης τε, τῆς τοῦ Λόγου σαρκώσεως, 
ὃν μετὰ τὴν Ἀνάστασιν, εἰς Ἐμμαοὺς ἔβλεψας, 
καὶ καιομένῃ καρδίᾳ, μετὰ Κλεόπα συνέφαγες. 
Αὐτοῦ θείας θέρμης, καὶ ἡμῶν τῶν σὲ τιμώντων, 
τὰς ψυχὰς πλήρωσον.
 

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
 
Χαῖρε ὁ μόνος γράψας ἡμῖν, 
τὸ Χαῖρε χαίρων τῆς Ἁγνῆς Εὐαγγέλιον, 
καὶ ταύτην Κυριοτόκον, εἰπόντα τὸν Βαπτιστήν, 
ἐκ γαστρὸς οὗ γράφεις, καὶ τὴν σύλληψιν· 
καὶ Λόγου τὴν σάρκωσιν, πειρασμοὺς καὶ τὰ θαύματα, 
λόγους καὶ πάθη, τὸν σταυρὸν καὶ τὸν θάνατον, 
καὶ τὴν ἔγερσιν, ἣν περ εἶδες, καὶ ἄνοδον, 
Πνεύματός τε τὴν κάθοδον, κηρύκων τὰς πράξεις τε, 
καὶ ἐξαιρέτως τοῦ Παύλου, οὗ περ ἐδείχθης συνέκδημος, 
ἀκέστορ καὶ Μύστα, καὶ φωστὴρ τῆς Ἐκκλησίας,
 ἣν φρούρει πάντοτε.

Πηγή:  glt.goarch.org