«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 27 Οκτωβρίου 2019

Πρὸς τιμὴν τοῦ Ἁγίου Μάρτυρος Νέστορος



Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀθλητὴς εὐσεβείας ἀκαταγώνιστος, 
ὡς κοινωνὸς καὶ συνήθης τοῦ Δημητρίου ὀφθείς, 
ἠγωνίσω ἀνδρικῶς Νέστορ μακάριε· 
τῇ θεϊκῇ γὰρ ἀρωγῇ, τὸν Λυαῖον καθελών, 
ὡς ἄμωμον ἱερεῖον, σφαγιασθεὶς προσηνέχθης, 
τῷ Ἀθλοθέτῃ καὶ Θεῷ ἡμῶν.

Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἀθλήσας καλῶς, ἀθάνατον τὴν εὔκλειαν, 
κεκλήρωσαι νῦν, καὶ στρατιώτης ἄριστος, 
τοῦ Δεσπότου γέγονας, 
ταῖς εὐχαῖς Δημητρίου τοῦ Μάρτυρος·
 σὺν αὐτῷ οὖν Νέστορ σοφέ,
 πρεσβεύων μὴ παύσῃ,
 ὑπὲρ πάντων ἡμῶν.

Μεγαλυνάριον.
Σθένος ἐζωσμένος ὑπερφυές,
 νικητὴς ἐγένου, ἐν ἀγῶσι Νέστορ σοφέ· ὅ
θεν ἀκηράτων, γερῶν ἠξιωμένος,
μετὰ τοῦ Δημητρίου, ἡμῶν μνημόνευε.


Πηγή: imkythiron.gr