«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 31 Οκτωβρίου 2019

Πρὸς τιμὴν τοῦ Ἁγίου Νεομάρτυρος Νικολάου τοῦ Χιοπολίτου

 
(+31-10-1754)


Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῆς Χίου ἀγλάϊσμα, καὶ Ἀθλητῶν μιμητῆς,
 ἐδείχθης Νικόλαε, ὁμολογήσας Χριστόν, 
τυράννων ἐνώπιον· 
ὅθεν τῶν σῶν αἱμάτων, οἱ κρουνοὶ Ἀθλοφόρε, 
 δρόσος ὤφθησαν θεία, τῇ Χριστοῦ Ἐκκλησίᾳ·
 ἐντεῦθεν πανευχαρίστως, μέλπει τοὺς ἄθλους σου.



Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Φερωνύμως γέγονας, νίκη λαοῦ Ὀρθοδόξου, 
ἱερὲ Νικόλαε, ὑπὲρ Χριστοῦ ἐναθλήσας· 
ὅθεν σοι, ἐν κατανύξει ψυχῆς βοῶμεν· 
Δώρησαι, ἡμῖν τὴν νίκην ταῖς σαῖς πρεσβείας, 
κατ’ ἐχθρῶν τῶν ὁρωμένων, καὶ ἀοράτων, 
τοῖς σὲ τιμῶσι πιστῶς.



Μεγαλυνάριον.
Χαίροις ὁ τῆς Χίου θεῖος βλαστός, 
καὶ Νεομαρτύρων, ἐγκαλώπισμα ἱερόν· 
χαίροις ὁ ἀθλήσας, ὑπὲρ Χριστοῦ νομίμως, 
Νικόλαε τρισμάκαρ, Μαρτύρων σύσκηνε.

Πηγή: synaxarion.gr