«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 2 Οκτωβρίου 2019

Πρὸς τιμὴν τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ καὶ τῆς Ὁσιοπαρθενομάρτυρος Ἰουστίνης



Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, τῇ φωταυγείᾳ, 
σκότος ἔλιπες, τῆς ἀσεβείας, 
καὶ φωστὴρ τῆς ἀληθείας γεγένησαι· 
ποιμαντικῶς γὰρ φαιδρύνας τὸν βίον σου, 
Κυπριανὲ τῇ ἀθλήσει δεδόξασαι. 
Πάτερ Ὅσιε, τὸν Κτίστην ἡμῖν ἱλέωσαι, 
ὁμοὺ σὺν Ἰουστίνη τῇ Θεόφρονι.


Κοντάκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Ἐκ τέχνης μαγικῆς, ἐπιστρέψας θεόφρον, 
πρὸς γνῶσιν θεϊκήν, ἀνεδείχθης τῷ κόσμῳ, 
ἀκέστωρ σοφώτατος, τὰς ἰάσεις δωρούμενος, 
τοῖς τιμῶσί σε, Κυπριανὲ σὺν Ἰουστίνῃ· 
μεθ’ ἧς πρέσβευε, τῷ Φιλανθρώπῳ Δεσπότῃ, 
σωθῆναι τοὺς δούλους σου.


Ἕτερον Κοντάκιον. Ἦχος πλ. δ’. Ὡς ἀπαρχᾶς.
Ὡς ἱεράρχην τίμιον, καὶ ἀθλητὴν στερρότατον, 
ἡ οἰκουμένη ἀξίως γεραίρει σε, Κυπριανὲ ἀοίδιμε,
καὶ τοὶς ὕμvοις δοξάζει, τὴν ἁγίαν σου μνήμην, 
αἰτοῦσα πάντοτε, πταισμάτων ἄφεσιν, 
διὰ σοῦ δωρηθήναι τοῖς μέλπουσιν. Ἀλληλούια.


Μεγαλυνάριον.
Πλάνης σοφιστείας ἀπολιπών, 
τῆς θείας σοφίας, ἀνεδείχθης λαμπρὸς φωστήρ, 
καὶ σὺν Ἰουστίνῃ, Κυπριανὲ ἀθλήσας, 
τῆς ἄνω βασιλείας, ἄμφω ἔτυχε.


Πηγή: synaxarion.gr