Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Νόμῳ φύσεως, συνδεδεμένοι,
Νόμῳ φύσεως, συνδεδεμένοι,
κράτος πίστεως, ἐνδεδυμένοι,
μαρτυρίου τὴν ὁδὸν
διηνύσατε,
σὺν Νεονίλλῃ θεόφρον Τερέντιε,
καὶ ἡ τῶν Παίδων ὑμῶν ἑπτὰς
ἔνθεος.
Καὶ νῦν ἄφεσιν, αἰτήσασθε παμμακάριστοι,
τοῖς μέλπουσιν ὑμῶν τὴν
θείαν ἄθλησιν.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς συζυγία εὐσεβὴς καὶ ὁμόφρων,
Ὡς συζυγία εὐσεβὴς καὶ ὁμόφρων,
σὺν Τερεντίῳ Νεονίλλα τρισμάκαρ,
λαμπρὰ
χορεία ὤφθητε Χριστῷ τῷ Θεῷ·
πίστει γὰρ ἐκθρέψαντες, τοὺς σεπτοὺς ὑμῶν
Παῖδας,
τούτους προσηγάγετε, λογικὰς ὠς θυσίας,
ἐνηθληκότες ἅμα σὺν
αὐτοῖς, τῷ τῶν αἰώνων,
Δεσπότῃ μακάριοι.
Μεγαλυνάριον.
Γενεὰ εὐθέων εὐλογητή,
Γενεὰ εὐθέων εὐλογητή,
ὡς ὁ Δαβὶδ ἔφη, ἀνεδείχθητε τῷ Θεῷ,
Τερέντιε μάκαρ,
σὺν τοῖς κλεινοῖς υἱοῖς σου,
καὶ τῇ συνεύνῳ πίστει, ἀνδραγαθήσαντες.
Πηγή: synaxarion.gr