«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 20 Οκτωβρίου 2019

Πρὸς τιμὴν τῆς Ἁγίας Ματρώνας τῆς Χιοπολίτιδος



Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσασα, 
κόσμου τερπνότητα, Ὁσία ἔλιπες, 
καὶ ἐμιμήσω ἐν σαρκί, Ἀγγέλων τὴν πολιτείαν·
 ὅθεν ταῖς τοῦ Πνεύματος, δωρεαῖς κατεφαίδρυνας,
 τὴν ἐνεγκαμένην σε, νῆσον Χίον πανεύφημε· 
διὸ χαρμονικῶς ἐκβοᾷ σοι· 
χαίροις Ματρῶνα πανολβία.



Κοντάκιον.
Οὐδαμῶς τὸ θῆλύ σοι, ἐμποδὼν ὤφθη Ματρῶνα,
 πρὸς τοὺς ὑπὲρ ἄνθρωπον, ἀγῶνας ὄντως καὶ ἄθλους· 
ᾔσχυνας, διὸ τὸν μέγαν νοῦν θεοφόρε· 
εὔφρανας, τὸ γυναικεῖον μεγάλως γένος, 
τὸ ἐκείνου ταῖς σαῖς νίκαις, 
προσαφελοῦσα τῆς ἥττης ὄνειδος.


Μεγαλυνάριον.
Ἔβλυσας ἱδρῶτας ἀσκητικούς, 
ἐν τῇ Χίῳ Μῆτερ, ὡς καλλίκρουνός τις πηγή, 
ἐξ ὧν ἀπαντλοῦντες, Ματρῶνα μακαρία, 
παθῶν τῶν ψυχοφθόρων, ἐκκαθαιρόμεθα.


Πηγή: synaxarion.gr