Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα,
βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ,
ὅτι δεδόξασται».
Τὴν Σύλληψιν σήμερον, θεόφρον Ἄννα,
τὴν σὴν ἑορτάζομεν, ὅτι τὴν χωρήσασαν,
τὸν μηδαμοῦ χωρητόν, συνέλαβες στειρωτικῶν,
ἀπολυθεῖσα δεσμῶν.
Δικαίων ἐπήκουσας, τὰς ἱκεσίας,
Ἁγίων ἐπλήρωσας, τὰς ἐντεύξεις Κύριε,
τῶν προπατόρων σου, καὶ τούτοις δέδωκας καρπόν,
τὴν σὲ τεκοῦσαν Ἁγνήν.
Η' Ἄννα ἡ ἔνδοξος, νῦν συλλαμβάνει,
Ἁγνὴν τὴν τὸν ἄσαρκον, συλλαβοῦσαν Κύριον,
τὸν ὑπεράγαθον, καὶ τίκτειν μέλλει τὴν σαρκί,
μέλλουσαν τίκτειν Χριστόν.
Θεοτοκίον
Τὸ Ὄρος τὸ ἅγιον, ὅπερ προεῖδε,
Προφήτης ἐν Πνεύματι,
ἐξ οὗ λίθος τέτμηται,
τοὺς τῶν εἰδώλων βωμούς,
συντρίψας σθένει θεϊκῷ,
σὺ εἶ Παρθένε Ἁγνή.
Πηγή: glt.goarch.org