«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 17 Ιανουαρίου 2020

Πρὸς τιμὴν τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ ἐν Ἰωαννίνοις





Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν πανεύφημον Μάρτυν Χριστοῦ Γεώργιον, 
Ἰωαννίνων τὸ κλέος καὶ πολιοῦχον λαμπρόν,
 ἐν ᾠδαῖς πνευματικαῖς ἀνευφημήσωμεν· 
ὅτι ἐνήθλησε στερρῶς, καὶ κατήνεγκεν ἐχθρόν, 
τοῦ Πνεύματος τῇ δυνάμει· 
καὶ νῦν ἀπαύστως πρεσβεύει, 
 ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐκλεῶς ἀγάλλεται μεγαλαυχοῦσα, 
τῇ σεπτῇ ἀθλήσει σου, δι’ ἧς ἡ πόλις θησαυρόν, 
 Ἰωαννίνω ἐκτήσατο, τῶν ἱερῶν σου Λειψάνων Γεώργιε.


Μεγαλυνάριον.
Χαίροις τῆς Ἠπείρου θεῖος πυρσός,
 καὶ Ἰωαννίνων, ἀντιλήπτωρ καὶ ἀρωγός· 
χαίροις τῶν θαυμάτων, ἀκένωτος χειμάρρους, 
Γεώργιε παμμάκαρ, ἡμῶν βοήθεια.

Πηγή: synaxarion.gr  


 

Δεν υπάρχουν σχόλια: