«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος,
ἐξεικόνισε κάμινος τύπον·
οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους,
ὡς οὐδὲ πῦρ τῆς Θεότητος Παρθένου
ἣν ὑπέδυ νηδύν·
διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν·
Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».
Στάσεως Ἀγγελικῆς ἠξιωμένος,
ἀνεδείχθης Τιμόθεε μάκαρ·
οὐρανῶν τὰ Τάγματα, μυηθεὶς γὰρ ὑπερφυῶς,
τὴν λαμπρότητα τὴν τούτων ἐμιμήσω σοφέ·
μεθ’ ὧν ἀναμέλπεις εὐφραινόμενος·
Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Δύναμιν ἐνδεδυμένος οὐρανόθεν,
ὡς Ἀπόστολος ὤφθης θεόφρον,
τὴν ἐπιδημήσασαν, ξενοτρόπως τοῖς Μαθηταῖς,
τοῖς τοῦ Λόγου αὐτόπταις ὧ Τιμόθεε·
μεθ’ ὧν ἀναμέλπεις ἀγαλλόμενος·
Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἔστης τῆς ἐφέσεως σαφῶς παμμάκαρ,
τὸ ἀκρότατον οἷά περ φθάσας, τῶν καλῶν Τιμόθεε,
θεοκήρυξ διὰ παντὸς ἐλλαμπόμενος
φωτὶ τῶ τῆς Τριάδος τρανῶς·
καὶ νῦν ἀναμέλπεις εὐφραινόμενος·
Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Πηγή: Μηναῖον Ἰανουαρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου