«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 19 Φεβρουαρίου 2020

Πρὸς τιμὴν τῆς Ἁγίας Ὁσιομάρτυρος Φιλοθέης τῆς Ἀθηναίας



Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε. Ὅσιων τὴν ἔλλαμψιν, εἰσδεδεγμένη σεμνή, 
τὴν πόλιν ἐφαίδρυνας, τῶν Ἀθηναίων τῇ σῇ, 
ἀσκήσει καὶ χάριτι· 
σὺ γὰρ ἐν εὐποιΐαις, διαλάμπουσα Μῆτερ, 
ἤθλησας δι’ ἀγάπην, εὐσεβῶς τοῦ πλησίον· 
διό σε ὦ Φιλοθέη, Χριστὸς ἐδόξασε.


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον. Φιλοθέως ἤνυσας τὴν βιοτήν σου, 
Φιλοθέη πάνσεμνε, καὶ τῶν Μαρτύρων κοινωνός,
 ὡς ἐναθλήσασα γέγονας, 
Ὁσιομάρτυς·  διὸ εὐφημοῦμέν σε.


Μεγαλυνάριον. Χαίροις τεθλιμμένων ἡ ἀρωγή, 
καὶ κινδυνευόντων, προστασία ἡ ἀσφαλής, 
Μῆτερ Φιλοθέη, Χριστοῦ Ὁσιομάρτυς,
 Ὁσίων καὶ Μαρτύρων, ἡ ἰσοστάσιος.

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: