«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 24 Ιουνίου 2020

Πρὸς τιμὴν τοῦ Γενεσίου τοῦ ἐνδόξου Τιμίου Προδρόμου & Βαπτιστοῦ Ἰωάννου






Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ,
 ἀξίως εὐφημῆσαί σε, οὐκ εὐποροῦμεν ἡμεῖς, 
οἱ πόθῳ τιμῶντές σε·  στείρωσις γὰρ τεκούσης, 
καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, 
καὶ σεπτῇ σου γεννήσει, 
καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, 
κόσμῳ κηρύττεται.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ πρὶν στεῖρα σήμερον, Χριστοῦ τὸν Πρόδρομον τίκτει, 
καὶ αὐτὸς τὸ πλήρωμα, πάσης τῆς προφητείας·
 ὃνπερ γὰρ, προανεκήρυξαν οἱ Προφῆται, 
τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, 
ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης κῆρυξ, 
ὁμοῦ καὶ Πρόδρομος.

Μεγαλυνάριον.
Ἄνθος τὸ θεόσδοτον ἐκφυέν,
 σήμερον ἐκ στείρας, εὐωδίας ἁγιασμοῦ, 
ἔπλησε τὰ πάντα, τὴν ἔρημον τὰ ὄρη, 
τῶν ποταμῶν τὰ ῥεῖθρα, Χριστοῦ ὁ Πρόδρομος.

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: