«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 16 Απριλίου 2020

Μεγάλη Πέμπτη


Κοντάκιον Ἦχος β' Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἄρτον λαβών, εἰς χεῖρας ὁ προδότης, 
κρυφίως αὐτάς, ἐκτείνει καὶ λαμβάνει, 
τὴν τιμὴν τοῦ πλάσαντος, 
ταῖς οἰκείαις χερσὶ τὸν ἄνθρωπον, 
καὶ ἀδιόρθωτος ἔμεινεν,  
Ἰούδας ὁ δοῦλος καὶ δόλιος.
 
Ὁ Οἶκος
Τῇ μυστικῇ ἐν φόβῳ τραπέζῃ, 
προσεγγίσαντες πάντες, καθαραῖς ταῖς ψυχαῖς, 
τὸν ἄρτον ὑποδεξώμεθα,
 συμπαραμένοντες τῷ Δεσπότῃ,
 ἵνα ἴδωμεν τοὺς πόδας πῶς ἀπονίπτει τῶν Μαθητῶν, 
καὶ ἐκμάσσει τῷ λεντίῳ, καὶ ποιήσωμεν ὥσπερ κατίδωμεν, 
ἀλλήλοις ὑποταγέντες, καὶ ἀλλήλων τοὺς πόδας ἐκπλύνοντες·
αὐτὸς γὰρ ὁ Χριστὸς οὕτως ἐκέλευσε,
τοῖς αὐτοῦ Μαθηταῖς ὡς προέφησεν, 
ἀλλ' οὐκ ἤκουσεν, 
Ἰούδας ὁ δοῦλος καὶ δόλιος.

ΣΥΝΑΞΑΡΙΟΝ
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ, οἱ τὰ πάντα καλῶς διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων, καὶ τῶν ἱερῶν Εὐαγγελίων, παραδεδώκασιν ἡμῖν τέσσαρά τινα ἑορτάζειν, τὸν ἱερὸν Νιπτῆρα, τὸν μυστικὸν Δεῖπνον (δηλαδὴ τὴν παράδοσιν τῶν καθ' ἡμᾶς φρικτῶν Μυστηρίων), τὴν ὑπερφυᾶ Προσευχήν, καὶ τὴν Προδοσίαν αὐτήν.
 
Στίχοι εἰς τὸν Ἱερὸν Νιπτήρα
Νίπτει Μαθητῶν ἑσπέρας Θεὸς πόδας,
Οὗ ποῦς πατῶν ἦν εἰς Ἐδὲμ δείλης πάλαι.

Εἰς τὸν Μυστικον Δεῖπνον
Διπλοῦς ὁ Δεῖπνος· Πάσχα γὰρ νόμου φέρει,
Καὶ Πάσχα καινόν, Αἷμα. Σῶμα Δεσπότου.

Εἰς τὴν ὑπερφυᾶ Προσευχὴν
Προσεύχῃ· καὶ φόβητρα, θρόμβοι αἱμάτων,
Χριστέ, προσώπου, παραιτούμενος δῆθεν
Θάνατον, ἐχθρὸν ἐν τούτοις φενακίζων.


Εἰς τὴν Προδοσίαν
Τί δεῖ μαχαιρῶν, τί ξύλων λαοπλάνοι,
Πρὸς τὸ θανεῖν πρόθυμον εἰς Κόσμου λύτρον.


Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Πηγή:  glt.goarch.org


 

Δεν υπάρχουν σχόλια: