«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 24 Απριλίου 2020

Παρασκευὴ τῆς Διακαινησίμου

   



Τῆς Θεοτόκου

Θεῖον ἡ Πηγὴ καὶ σεβάσμιον ὕδωρ, 
προρρέει σου Παρθένε· ὑδρωπικῶν γὰρ τὸ ῥεῦμα, 
ἀναχαιτίζει σφοδρῶς, ἐπικλήσει τῇ θείᾳ τῆς χάριτος· 
διό σε τιμῶμεν, Πηγὴ εἰς τοὺς αἰῶνας.
 
Πάντες τὸ σεπτὸν καὶ ζωήρρυτον ὕδωρ, 
ὑμνήσωμεν προφρόνως· 
τῆς γὰρ δυσπνοίας τὸ ῥεῦμα κατὰ χώραν ἱστᾷ, 
καὶ ἐλεύθερον ποιεῖ πρὸς διέξοδον. 
Βαβαὶ σῶν θαυμασίων! ἁγνὴ Θεοκυῆτορ.
 
Ποῖον εὐφημήσει Πανύμνητε στόμα, 
τοῦ τόκου σου τὸ ξένον, ἀλλὰ καὶ νοῦς ὁποῖος, 
τῶν θαυμάτων πηγὴν περιβλέψαιτο, 
καὶ λόγοις κροτήσειεν, οὐκ ἔστι τῇ φύσει ἰσχύς, 
τὰ σὰ θαυμάζειν.
 
Ὅλον ἐπὶ σοὶ τοῦ θανάτου τὸ κράτος, 
ἠφάνισται ἀθρόον, ὦ Βασιλὶς καὶ Κυρία· 
Βασιλέα καὶ γάρ, τὴν ἀθάνατον ζωὴν σὺ ἐπήγασας, 
τὸ ὕδωρ τὸ μάννα, Χριστὸν εἰς τοὺς αἰῶνας. 


Ὕμνοι Πεντηκοσταρίου  



Δεν υπάρχουν σχόλια: