Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Φωτισθεῖσα ἐνθέως Σταυροῦ τῇ χάριτι,
Φωτισθεῖσα ἐνθέως Σταυροῦ τῇ χάριτι,
τῆς μετανοίας ἐδείχθης φωτοφανὴς λαμπηδών,
τῶν παθῶν τὸν σκοτασμὸν λιποῦσα πάνσεμνε·
ὅθεν ὡς ἄγγελος Θεοῦ, Ζωσιμᾷ
τῷ ἱερῷ,
ὡράθης ἐν τῇ ἐρήμῳ, Μαρία Ὁσία Μῆτερ·
μεθ’ οὗ δυσώπει ὑπὲρ
πάντων ἡμῶν.
Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς
τῶν ἀγώνων σου πόνοις θεόληπτε,
τὸ τῆς ἐρήμου τραχὺ καθηγίασας·
διό σου
τὴν μνήμην δοξάζομεν,
ἐν ὑμνῳδίαις Μαρία τιμῶντές σε,
Ὁσία Ὁσίων
ἀγλάϊσμα.
Ἔτερον Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς μετανοίας τὴν λαμπάδα τὴν πολύφωτον
Καὶ ἐγκρατείας τὴν εἰκόνα τὴν θεόγραφον,
Τὴν Μαρίαν ἀνυμνήσωμεν τὴν Ὁσίαν.
Ἐν ἐρήμῳ γὰρ ὡς ἄγγελος ἐβίωσε
Καὶ τὸν τρώσαντα αὐτὴν πρῴην κατῄσχυνε·Ταύτῃ λέγοντες· χαίροις Μῆτερ ἰσάγγελε.
Μεγαλυνάριον.
Αἴγυπτον φυγοῦσα τὴν τῶν παθῶν,
Αἴγυπτον φυγοῦσα τὴν τῶν παθῶν,
δάκρυσιν ἐκπλύνεις, ἁμαρτίας τὸν μολυσμόν,
καὶ
ἐν τῇ ἐρήμῳ, τοῦ Ἰορδάνου Μῆτερ,
ὡς ἄγγελος Μαρία, ὄντως ἠγώνισαι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου