«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 30 Απριλίου 2020

Πρὸς τιμὴν τοῦ Ἁγίου Άποστόλου Ἰακώβου






Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Γόνος ἅγιος, βροντῆς ὑπάρχων, 
κατεβρόντησας, τῇ οἰκουμένῃ, 
τὴν τοῦ Σωτῆρος Ἰάκωβε κένωσιν, 
καὶ τὸ ποτήριον τούτου ἐξέπιες, 
μαρτυρικῶς ἐναθλήσας Ἀπόστολε· 
ὅθεν πάντοτε, ἐξαίτει τοῖς σὲ γεραίρουσι, 
πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.


Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Φωνῆς θεϊκῆς, ἀκούσας προσκαλούσης σε, 
ἀγάπην πατρός, παρεῖδες καὶ προσέδραμες, 
τῷ Χριστῷ Ἰάκωβε, μετὰ τοῦ συγγόνου σου ἔνδοξε· 
μεθ’ οὗ ἠξιώθης ἰδεῖν, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.


Μεγαλυνάριον.
Ἡ τῶν ἀπορρήτων θεία βροντή, 
ὁ ἐν Θαβωρίῳ, ἐπακούσας φωνῆς Πατρός, 
καὶ βροντοφωνήσας, ἡμῖν τὴν σωτηρίαν, 
Ἰάκωβος ὁ μύστης, Χριστοῦ ὑμνείσθω μοι.

Πηγή: synaxarion.gr 
 

Δεν υπάρχουν σχόλια: