Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῆς ἀνδρείας ἀκαθαίρετος πύργος,
Ὡς τῆς ἀνδρείας ἀκαθαίρετος πύργος,
τὰς τοῦ Βελίαρ ἀπεκρούσω ἐφόδους,
καὶ ἀκλινὴς διέμεινας σοφὲ ἐν πειρασμοῖς·
ὅθεν χαρακτῆρά σε, ἀρραγοῦς καρτερίας,
καὶ λαμπρὸν ὑπόδειγμα, ἀρετῶν οὐρανίων,
ἡ Ἐκκλησία μέλπει σε Ἰώβ, λαμπρυνομένη,
τοῖς σοῖς προτερήμασι.
Κοντάκιον. Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς ἀληθὴς καὶ δίκαιος, θεοσεβὴς καὶ ἄμεμπτος,
Ὡς ἀληθὴς καὶ δίκαιος, θεοσεβὴς καὶ ἄμεμπτος,
ἡγιασμένος τε ὤφθης πανένδοξε, Θεοῦ θεράπον γνήσιε,
καὶ ἐδίδαξας κόσμον, ἐν τῇ σῇ καρτερίᾳ Ἰὼβ πολύαθλε·
ὅθεν πάντες τιμῶντες, ὑμνοῦμέν σου τὸ μνημόσυνον.
Μεγαλυνάριον.
Τύπος ἐκπαιδεύων πρὸς ἀρετήν,
Τύπος ἐκπαιδεύων πρὸς ἀρετήν,
ἐν παντὶ τῷ βίῳ, σὺ ὑπάρχεις Πάτερ Ἰώβ·
ἐν γὰρ
ἀπορίᾳ, καὶ πλούτου δαψιλείᾳ,
θεράπων ἀνεδείχθης, τοῦ Λόγου δόκιμος.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου