Κατὰ Ἰωάννην, ι΄1-9
1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ
εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων
ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής·
2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς
θύρας ποιμήν ἐστι τῶν προβάτων.
3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ
πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ' ὄνομα καὶ
ἐξάγει αὐτά.
4 καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν
πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ·
5
ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ
οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.
6 Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ
Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.
7 Εἶπεν οὖν
πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν
προβάτων.
8 πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ'
οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.
9 ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις
εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Λόγοι τοῦ Ἰησοῦ Χριστοῦ
Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Ἰωάννης ὁ Θεολόγος
Πηγή: Καινὴ Διαθήκη, σελ. 418-419 & myriobiblos.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου