Κατὰ Ἰωάννην, ιβ΄ 36-47.
36 ἕως τὸ
φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν
Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ' αὐτῶν.
37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα
πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,
38 ἵνα ὁ λόγος
Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;
καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;
39 διὰ τοῦτο οὐκ ἠδύναντο
πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας·
40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς
καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι
τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς.
41 ταῦτα εἶπεν Ἡσαΐας ὅτε
εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ.
42 ὅμως μέντοι καὶ ἐκ τῶν
ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ
ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται·
43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν
ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.
44 Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν·
Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με,
45 καὶ
ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.
46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα,
ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
47 καὶ ἐάν τίς μου
ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα
κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον.
Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Ίωάννης
Πηγή: Καινὴ Διαθήκη, σελ. 434&435 & myriobiblos.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου