Ἀπολυτίκιον.
Ηχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐν ὄρει τῶν Ἀμώμων ὥσπερ ἥλιος ἔλαμψας,
καὶ μαρτυρικῶς, θεοφόρε, πρὸς
Θεὸν ἐξεδήμησας,
βαρβάρων ὑποστάς ἐπιδρομάς,
Ἐφραίμ Μεγαλομάρτυς τοῦ
Χριστοῦ,
διὰ τοῦτο ἀναβλύζεις χάριν ἀεί,
τοῖς εὐλαβῶς βοῶσί σοι,
δόξα τῷ
δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σέ θαυμαστώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ
σοῦ,
πᾶσιν ἰάματα.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἐν τῷ ὄρει ἤσκησας, τῶν Ἀμώμων θεόφρον,
καὶ ἐν τούτῳ ἤνυσας, τοῦ μαρτυρίου τὸν δρόμον,
ὅθεν σε, διπλοῖς στεφάνοις ὁ Ζωοδότης,
ἔστεψεν, Ἱερομάρτυς Ἐφραίμ ἀξίως,
ἐκτενῶς ἐκδυσωποῦντα,
ἐλεηθῆναι τοὺς σὲ γεραίροντας.
Μεγαλυνάριον
Βίῳ διαλάμπων ἀσκητικῷ,
ἐν ὄρει Ἀμώμων, ἡγωνίσω μαρτυρικῶς,
καὶ θαυμάτων
χάριν, θεόθεν ἐκομίσω,
Ἐφραίμ Ὁσιομάρτυς, Ἀγγέλων σύσκηνε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου