Ἦχος πλ. δ', Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Μάκαρ, Ἰωάννη Πρόδρομε,
Μάκαρ, Ἰωάννη Πρόδρομε,
ὑπὲρ ἡλίου αὐγάς, ἀνατείλασα ἤστραψεν,
ἐκ
τῆς γῆς ἡ Κάρα σου, Καὶ πιστοὺς κατελάμπρυνεν,
ἣν ὥσπερ θεῖον, θησαυρὸν
ἔχοντες,
πλουσίαν χάριν ἀπαρυόμεθα, ἁγιαζόμενοι,
καὶ ψυχὰς καὶ σώματα, καὶ λογισμούς,
καὶ ψυχὰς καὶ σώματα, καὶ λογισμούς,
καὶ πανηγυρίζοντες, σὲ μακαρίζομεν.
Ἦχος πλ. δ'
Χάριν ἀέναον βρύουσα, ἡ Ἱερὰ Κεφαλή,
σοῦ μακάριε Πρόδρομε, ἱερεῖ θεόφρονι,
ἀγνοοῦντι μηνύεται, ὃς ἐπισπεύσας,
πίστει καὶ χάριτι, σαφῶς ποιεῖται ταύτης τήν εὕρεσιν,
ἁγιαζόμενος, σὺν λαῷ θεόφρονι καὶ Βασιλεῖ,
πίστιν τὴν ὀρθόδοξον, θερμῶς κρατύνοντι.

Τρίτην τελοῦμεν φανέρωσιν, σοῦ τῆς σεπτῆς Κεφαλῆς,
ἣν τριὰς ἐστεφάνωσεν, ἐκτμηθεῖσαν ἔνδοξε,
διὰ ζῆλον τὸν ἔνθεον, καὶ τῇ εὑρέσει,
ταύτης ἀγάλλονται, Ἀγγέλων τάξεις,
Μαρτύρων σύλλογος, θεῖοι Ἀπόστολοι,
καὶ Προφῆται ἅπαντες, μεθ' ὧν ἡμῶν,
πάντοτε μνημόνευε, Κυρίου Πρόδρομε.

Δοξαστικὸν
Ἦχος πλ. β'
Θησαυρὸς ἐνθέων δωρεῶν, ἡ θεοφρούρητος Κάρα σου Πρόδρομε,
ἐκ τῶν τῆς γῆς λαγόνων ἀνέτειλεν, ἣν ἡμεῖς πιστῶς ἀρυόμενοι,
καὶ προσκυνοῦντες ἔνδοξε, πλουτοῦμεν διὰ σοῦ,
Χριστοῦ Βαπτιστά, θαυμάτων τὰ παράδοξα,
καὶ τῶν πταισμάτων τὴν συγχώρησιν.

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων
Θεοτοκίον. Ἦχος πλ. β'
Ἀδιόδευτε πύλη, μυστικῶς ἐσφραγισμένη,
Θεοτοκίον. Ἦχος πλ. β'
Ἀδιόδευτε πύλη, μυστικῶς ἐσφραγισμένη,
εὐλογημένη Θεοτόκε, δέξαι τὰς
δεήσεις ἡμῶν,
καὶ προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ,
ἵνα σώσῃ διὰ σοῦ τὰς
ψυχὰς ἡμῶν.
Πηγή: http://glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου