Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Χαίρει ἔχουσα, ἡ Θεσσαλία,
σὲ ἀκοίμητον, φρουρῶν προστάτην,
καὶ τῆς
Λαρίσης ἡ πόλις ἀδάμαντα,
ἡ Ἐκκλησία τὴν εὔηχον σάλπιγγα,
τὸ τοῦ Υἱοῦ
ὁμοούσιον κηρύξασαν,
Πάτερ Ἅγιε Ἱεράρχα Ἀχίλλιε,
Χριστὸν τὸν Θεὸν
ἱκέτευε,
δωρήσασθαι εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς οἰκουμένης τὸν ἀστέρα τὸν ἀνέσπερον
Καὶ Λαρισαίων τὸν ποιμένα τὸν ἀκοίμητον
Τὸν Ἀχίλλιον ὑμνήσωμεν ἐκβοῶντες·
Παρρησίαν κεκτημένος πρὸς τὸν Κύριον
Ἐκ παντοίας τρικυμίας ἡμᾶς λύτρωσαι
Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Ἀχίλλιε.
Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Ἀχίλλιε.
Μεγαλυνάριον.
Χαίροις τῆς Ἑῴας ἀστὴρ λαμπρός,
Χαίροις τῆς Ἑῴας ἀστὴρ λαμπρός,
καὶ τῶν Λαρισαίων, λαμπαδοῦχος καὶ ὁδηγός,
χαίροις εὐσεβείας, λειμὼν ὁ ἀνθηφόρος,
Ἀχίλλιε παμμάκαρ, Τριάδος
πρόμαχε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου