«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 25 Ιουνίου 2020

Ἐξομολογεῖσθε τῷ Κυρίῳ - Δ. Παπαγιαννόπουλος



Ἐκλογή στίχων ἀπό τόν 135ο Ψαλμό. 
Ψάλλει ὁ Δημήτριος Παπαγιαννόπουλος σέ ζωντανή ἡχογράφηση.


Ψαλμός 135 (Στίχοι)


Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ἀλληλούια
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἀλληλούια

ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ἀλληλούια
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἀλληλούια

ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, ἀλληλούια
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἀλληλούια

τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, ἀλληλούια
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἀλληλούια

τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει,ἀλληλούια
 ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·ἀλληλούια

 τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ἀλληλούια
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἀλληλούια

τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ἀλληλούια
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἀλληλούια

τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ἀλληλούια
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἀλληλούια

τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, ἀλληλούια
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἀλληλούια.


Δεν υπάρχουν σχόλια: