Ἐξαποστειλάριον, τῆς Πεντηκοστῆς
Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τὸ πανάγιον Πνεῦμα,
Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τὸ πανάγιον Πνεῦμα,
τὸ προϊὸν ἐκ τοῦ Πατρός,
καὶ δι' Υἱοῦ ἐνδημῆσαν,
τοῖς ἀγραμμάτοις Μαθηταῖς,
τοὺς σὲ Θεὸν ἐπιγνόντας,
σῶσον, ἁγίασον
πάντας.
Ἐξαποστειλάριον
Ἦχος γ'
Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα,
ὅπερ ἐν γλώσσαις
πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη,
καὶ δι' αὐτοῦ πᾶς ὁ κόσμος
φωταγωγεῖται,
Τριάδα σέβειν ἁγίαν. (Ἅπαξ)
Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος δ'..Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἡ τοῦ Πνεύματος κάθοδος,
Ἀποστόλους ἐφώτισεν,
ἐν πυρίναις γλώσσαις
νῦν,
ἐποφθεῖσα αὐτοῖς,
καὶ τούτους ῥήτορας ἔδειξε,
τοῖς πᾶσι
κηρύττοντας,
τῆς Τριάδος ἀληθῆ,
ὁμοφυῆ τε τὴν ἕνωσιν·
ὅθεν ἅπαντα,
ἐξεπλήττοντο ἔθνη,
καθορῶντα, τοὺς ποτὲ ἀγροικοτάτους,
τρανῶς λαλοῦντας
ἀπόρρητα.
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Ἦχος δ'
Ὑπερῴῳ καθήμενοι οἱ Ἀπόστολοι ἔλαβον,
Ὑπερῴῳ καθήμενοι οἱ Ἀπόστολοι ἔλαβον,
τοῦ ἁγίου Πνεύματος τὴν
ἐνέργειαν,
πνοὴν βιαίαν φοιτήσασαν, ἐν πυρίναις γλώσσαισι,
καὶ ἐλάλουν
ἐμφανῶς, διαφόροις διδάγμασι,
προσφθεγγόμενοι, τὸν τῆς χάριτος λόγον
βεβαιοῦντες,
τὸν παθόντα ἑκουσίως, Χριστὸν ὑπάρχειν Θεὸν ἀληθῆ.
Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
Ἦχος δ'
Ὡς κατέπεμψας Κύριε,
τοῦ ἁγίου σου Πνεύματος
Ἀποστόλοις σήμερον,
θείαν χάριν,
καὶ νῦν ἡμῖν παράσχου δεόμεθα,
αὐγάσαι καρδίας φωτί, ἀενάως
τῆς αὐτοῦ,
ἐπελεύσεως, ὅπως σαφῶς τὸν τρισάγιον,
ἐν φωναῖς ἀσιγήτοις,
αἶνον πάντες,
ἀναπὲμψωμεν ὑμνοῦντες, Τριάδα φύσει ἀχώριστον.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδόν σωτηρίας, καί, ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.
Ἀντίφωνον Α'
Ἦχος β'
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ὕμνοι Πεντηκοστῆς
Πηγή: glt.goarch.org/texts/Pen/p53.html
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου