Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ὡς δωδεκάπυρσος, λυχνία ἔλαμψαν,
Ὡς δωδεκάπυρσος, λυχνία ἔλαμψαν,
οἱ Δωδεκάριθμοι, Χριστοῦ Ἀπόστολοι,
Πέτρος καὶ Παῦλος σὺν Λουκᾷ,
Ἀνδρέας καὶ Ἰωάννης,
Βαρθολομαῖος Φίλιππος,
σὺν Ματθαίῳ καὶ Σίμωνι,
Μᾶρκος καὶ Ἰάκωβος,
καὶ Θωμᾶς ὁ μακάριος,
καὶ
ηὔγασαν τοὺς πίστει βοῶντας·
χαίρετε Λόγου οἱ αὐτόπται.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡ δωδεκάχορδος καὶ εὔσημος νάβλα,
Ἡ δωδεκάχορδος καὶ εὔσημος νάβλα,
τῶν πανευφήμων καὶ σοφῶν Ἀποστόλων,
ἐμπνεομένη Πνεύματος ταῖς θείαις αὐγαῖς,
πᾶσι μὲν ἐκήρυξεν, εὐσεβείας
τὸν φθόγγον,
γλώσσας δὲ ἐφίμωσεν, ἀσεβείας τῷ λόγῳ·
οὓς εὐφημοῦντες
εἴπωμεν τρανῶς·
χαίρετε μύσται, Χριστοῦ καὶ διάκονοι.
Μεγαλυνάριον.
Πέτρον Παῦλον Μᾶρκον σὺν τῷ Λουκᾷ,
Πέτρον Παῦλον Μᾶρκον σὺν τῷ Λουκᾷ,
Φίλιππον Ἀνδρέαν, Ἰωάννην τε καὶ Θωμᾶν,
Σίμωνα Ματθαῖον, καὶ τὸν Βαρθολομαῖον,
σὺν θείῳ Ἰακώβῳ, ὕμνοις
τιμήσωμεν.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου