«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 2 Ιουλίου 2020

Τῆς Καταθέσεως τῆς Τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου






Ἀπολυτίκιον. Ἦχος πλ. δ'.
Θεοτόκε Ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, 
Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος,
 κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τ
ῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· 
ἐπὶ σοὶ γὰρ καὶ φύσις, καινοτομεῖται καὶ χρόνος. 
Διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, 
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἕτερον. Ἦχος γ’. Θείας πίστεως.
Θεῖον ἔνδυμα, τῶν οίκτιρμῶν σου, 
καὶ ἱμάτιον ἀθανασίας, 
τὴν ἁγίαν σου Ἐσθῆτα καὶ ἄφθαρτον, 
τῇ κληρουχίᾳ σου Κόρη δεδώρησαι, 
εἰς περιποίησιν πάντων καὶ σύναψιν. 
Ὅθεν Ἄχραντε, τὴν θείαν αὐτῆς κατάθεσιν,
 τιμῶντες εὐσεβῶς σὲ μεγαλύνομεν.

Κοντάκιον  Ἦχος δ'. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ
Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, 
Θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, 
τὴν Ἱερὰν Ἐσθῆτά σου μεθ’ ἧς τὸ ἱερόν, 
σῶμά σου ἐσκέπασας, σκέπη πάντων ἀνθρώπων· 
ἧς περ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, 
καὶ ἐκβοῶμεν φόβῳ σοι σεμνή· 
χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

Μεγαλυνάριον.
Τῆς ἀθανασίας τὸν χορηγόν, 
τέξασα Παρθένε, ἠθανάτισας τὸν Ἀδάμ· 
τοῦτο γὰρ δηλοῦσα, ἡ ἄφθαρτος Ἐσθής σου 
φθορᾶς παθῶν λυτροῦται, τοὺς προσπελάζοντας.

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: