«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 13 Ιουλίου 2020

Τῆς Συνάξεως τοῦ Ἁρχαγγέλου Γαβριήλ


Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος Ἀρχάγγελος, τῶν νοερῶν στρατιῶν, 
Τριάδος τὴν ἔλλαμψιν, καθυποδέχῃ λαμπρῶς, 
Γαβριὴλ Ἀρχιστράτηγε· 
ὅθεν ἐκ πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, 
σῶζε ἀπαρατρώτους, τοὺς πιστῶς σε τιμῶντας, 
καὶ πόθῳ ἀνευφημοῦντας, τὰ σὰ θαυμάσια.



Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
  Τῶν ἀσωμάτων λειτουργῶν ὡς πρωτεύων.
τὸ πρὸ αἰώνων ὁρισθὲν ὄντως μέγα,
 σὺ Γαβριὴλ πεπίστευσαι μυστήριον, 
τόκον τὸν ἀπόρρητον, τῆς Ἁγίας Παρθένου, 
χαῖρε προσφωνῶν αὐτῇ, ἡ Κεχαριτωμένη.
 Χρεωστικῶς σε ὅθεν οἱ πιστοί, 
ἐν εὐφροσύνῃ, ἀεὶ μακαρίζομεν.


Μεγαλυνάριον.
Τὶς ἀπαριθμήσει τὰς πρὸς ἡμᾶς, 
σοῦ εὐεργεσίας, Ἀρχιστράτηγε Γαβριήλ;
σὺ γὰρ καθ’ ἑκάστην, ἐπιφοιτῶν τῷ κόσμῳ, 
τὰ κρείττω πᾶσι νέμεις·  διὸ ὑμνοῦμέν σε.

Πηγή: synaxarion.gr  



Δεν υπάρχουν σχόλια: