«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 8 Ιουλίου 2020

Τοῦ Ἁγίου Μεγαλομάρτυρος Προκοπίου



Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀγρευθεὶς οὐρανόθεν πρὸς τὴν εὐσέβειαν, 
κατηκολούθησας χαίρων ὥσπερ ὁ Παῦλος Χριστῷ, 
τῶν Μαρτύρων καλλονὴ Μάρτυς Προκόπιε· 
ὅθεν δυνάμει τοῦ Σταυροῦ, ἀριστεύσας εὐκλεῶς, 
κατῄσχυνας τὸν Βελίαρ·  οὗ τῆς κακίας ἀτρώτους, 
σῶζε τοὺς πόθῳ σε γεραίροντας.


Κοντάκιον  Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τῷ ζήλῳ Χριστοῦ, τῷ θείῳ πυρπολούμενος,
 καὶ τῇ τοῦ Σταυροῦ, ἰσχύϊ συμφραξάμενος,
 τῶν ἐχθρῶν τὸ φρύαγμα, 
καὶ τὸ θράσος καθεῖλες Προκόπιε, 
καὶ τὴν Ἐκκλησίαν ὕψωσας, 
τῇ πίστει προκόπτων καὶ φωτίζων ἡμᾶς.


Μεγαλυνάριον.
Κλήσει οὐρανίῳ ἀκολουθῶν, 
φερωνύμως Μάρτυς, καὶ προκόπτων ἀθλητικῶς, 
σύμμορφος ἐδείχθης, τοῦ σοὶ καθαροθέντος,
 Προκόπιε θεόφρον, ἀθλήσας ἄριστα.

Πηγή: synaxarion.gr  


 

Δεν υπάρχουν σχόλια: