Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὸν
πλοῦτον σκορπίσασα, τὸν σὸν τελίῳ νοΐ,
Χριστῷ ἠκολούθησας δι’ ἐναρέτου
ζωῆς,
Ὁσία πανεύφημε·
σὺ γὰρ ἐφεπομένη, τῷ σοφῷ Χρυσοστόμῳ,
χρύσεον
ὤφθης σκεῦος, τῆς Χριστοῦ Ἐκκλησίας·
διό σε Ὀλυμπιάς, ὁ Κύριος ἐδόξασε.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐσεβείᾳ
λάμψασα καὶ ἐγκρατείᾳ,
τὸν Θεὸν ἐδόξασας, ἔργοις καὶ τρόποις ἱεροῖς,
Ὀλυμπιὰς ἀεισέβαστε·
διὸ τῆς δόξης τῆς ἄνω ἠξίωσαι.
Μεγαλυνάρια.
Χαίροις
ἡ Ὁσία Ὀλυμπιάς,
ἐναρέτων ἔργων, ὑποτύπωσις ἀληθής·
χαίροις ἡ τῶν
ἄθλων, καὶ τῆς ἁγίας δόξης,
τῷ θείῳ Χρυσοστόμῳ συγκοινωνήσασα.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου