Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα ἔνδοξε,
Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα ἔνδοξε,
τῶν ἐπιγείων τὴν σχέσιν πᾶσαν κατέλιπες,
καὶ
ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος·
τὸν γὰρ ἀόρατον ἐχθρόν, κατεπάτησας
στερρῶς,
ὀφθέντα σοι Ἀθληφόρε.
Καὶ νῦν πηγάζεις τῷ κόσμῳ,
τῶν ἰαμάτων τὰ
χαρίσματα.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε,
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε,
ἀκηράτοις στέμμασιν, ἐστεφανώθης Μαρίνα·
αἵμασι, τοῦ μαρτυρίου δὲ φοινιχθεῖσα,
θαύμασι, κατελαμπρύνθης τῶν
ἰαμάτων,
καὶ τῆς νίκης τὰ βραβεῖα,
ἐδέξω Μάρτυς, χειρὶ τοῦ Κτίστου σου.
Μεγαλυνάριον
Τὴν λαμπάδα πάντες τὴν φαεινήν,
Τὴν λαμπάδα πάντες τὴν φαεινήν,
καὶ τῆς παρθενίας, τὸν ἀσύληπτον θησαυρόν,
τὴν νύμφην Κυρίου, καὶ ἄσπιλον ἀμνάδα,
Μαρίναν τὴν ἁγίαν, ὕμνοις
τιμήσωμεν.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου