Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε
Ὁ
ἔνσαρκος Ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος, τῆς
παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν
χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν
αὐτὸν, βρύει ἰάματα.
Κοντάκιον. Ἦχος β’. Αὐτόμελον
Προφῆτα
καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ, Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί
σου στήσας τὰ ὑδατόρρυτα νέφη, πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν μόνον
Φιλάνθρωπον.
Μεγαλυνάριον.
Ζήλῳ
οὐρανίῳ πυρποληθείς, φλέγεις τὴν ἀπάτην, ὡς πυρίπνους καὶ ζηλωτής· ὅθεν
ἀνυψώθης, ἐν ἅρματι πυρίνῳ, ὦ Ἠλιοὺ Προφῆτα, πρὸς βίον ἄφθαρτον.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου