Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Θεοτόκε Ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη,
Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος,
κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω,
τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα·
ἐπὶ σοὶ γὰρ καὶ φύσις, καινοτομεῖται καὶ χρόνος.
Διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι,
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Πρὸς
δόξαν ἀκήρατον, ἀνερχομένη Ἁγνή,
χειρί σου δεδώρησαι, τῷ Ἀποστόλῳ Θωμᾷ,
πάνσεπτον Ζώνην σου·
ὅθεν Παρθενομῆτορ, τὴν κατάθεσιν ταύτης,
ἄγοντες χαρμοσύνως, τὴν σὴν χάριν ὑμνοῦμεν,
δι’ ἧς περιζωννύμεθα, ἰσχὺν ἀήττητον.
Κοντάκιον Ἦχος β’. Τὴν ἐν πρεσβείαις.
Τὴν
θεοδόχον γαστέρα σου Θεοτόκε,
περιλαβοῦσα ἡ Ζώνη σου ἡ τιμία,
κράτος τῇ πόλει σου ἀπροσμάχητον,
καὶ θησαυρὸς ὑπάρχει, τῶν ἀγαθῶν ἀνέκλειπτος,
ἡ μόνη τεκοῦσα Ἀειπάρθενος.
Μεγαλυνάριον.
Σύνδησον
ἀγάπῃ εἰλικρινεῖ,
Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ,
τοὺς τῇ καταθέσει, τῆς σῆς παντίμου Ζώνης,
ὑμνοῦντας τὰς ἀπείρους, εὐεργεσίας σου.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου