«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 15 Σεπτεμβρίου 2020

Τοῦ Ἁγίου Βησσαρίωνος

 


 

Ἀπολυτίκιον. Ἦχος δ’.
Τῆς Πύλης τὸ βλάστημα, τῆς Θεσσαλίας φωστήρ,

τῆς Τρίκκης τὸ σέμνωμα καὶ τῶν θαυμάτων πηγή,

ἐδείχθης τρισόλβιε. 

Πάσαν δοκιμασίαν ἐν Χριστῷ ὑπομείνας, 

 δόξη ἠγλαϊσμένος σὺν Ἀγγέλοις ἀγάλλη. 

Ἅγιε Βησσαρίων πανάριστε, 

πρέσβευε Χριστῷ τῷ Θεῷ 

σωθῆναι τᾶς ψυχᾶς ἡμῶν.

 

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ. 

 Τῷ ἱσαγγέλῳ ἱεράρχη Βησσαρίωνι 

τὰ ὑμνητήρια συμφώνως ἀναμέλψωμεν.

 Ἀπαστράπτει γὰρ τοῖς θαύμασιν ἐν τῷ κόσμῳ

καὶ λοιμοῦ ἀποδιώκει τὴν σκοτόμαιναν, 

καταπέμπων οὐρανόθεν δρόσον ῤώσεως

τοῖς κραυγάζουσι· χαίροις Πάτερ θεσπέσιε. 

 

 

Μεγαλυνάριον. 

Δέησιν προσάγαγε τῷ Θεῷ

Βησσαρίων Πάτερ, ὑπὲρ τέκνων τῶν σῶν σοφέ, 

τῶν τὴν θείαν κάραν τὴν σὴν ἐπιζητούντων, 

καὶ εὐλογίαν δίδου τούτοις καὶ ἔλεος. 

 

 

Πηγή: Ἅγιος Βησσαρίων Ἀρχιεπίσκοπος Λαρίσης καὶ Τρίκκης καὶ Κτίτωρ τῆς Ἱερᾶς Μονῆς Δουσίκου, «Ἱ. Μ. Ἁγίου Βησσαρίωνος Δουσίκου», 2014, σελ. 5. 




 

  


Δεν υπάρχουν σχόλια: