«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 4 Σεπτεμβρίου 2020

Τῆς Ἁγίας Παρθενομάρτυρος Ἑρμιόνης

 

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Παρθένος ἀκήρατος, διατελοῦσα σεμνή, 

τῷ Λόγῳ νενύμφευσαι, τῷ ἐκ Παρθένου Ἀγνῆς, 

σαρκὶ ὁμιλήσαντι·  

ὅθεν τὴν σοὶ δοθεῖσαν, θεοπάροχον χάριν, 

ἄθλοις τῆς εὐσεβείας, τοῖς ἐν πλάνῃ ἐκφαίνεις· 

 σε Ἑρμιόνη, ὁ Χριστὸς ἐδόξασε.


Κοντάκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Βλαστὸς καρποτελής, καὶ ἀμάραντον ἄνθος, 

Φιλίππου τοῦ κλεινοῦ, ἐν σεπτοῖς Διακόνοις, 

ἐδείχθης θείᾳ χάριτι, Ἑρμιόνη πανθαύμαστε· 

καὶ ἀθλήσασα, παρθενικῶς προσηνέχθης, 

τῷ δοξάσαντι, τοὺς εὐαγεῖς σου ἀγῶνας, 

Χριστῷ τῷ Θεῷ ἡμῶν.


Μεγαλυνάριον.
Κλάδος ἀνεδείχθης ἀειθαλής, 

Φιλίππου τοῦ θείου, Ἑρμιόνη πανευκλεής· 

ἔνθεν διατρέφεις, καρποῖς τῶν σῶν ἀγώνων, 

ἡμῶν τὰς διανοίας, τῶν εὐφημούντων σε.

 

Πηγή: synaxarion.gr  

 

 

 

Δεν υπάρχουν σχόλια: