«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 16 Σεπτεμβρίου 2020

Τῆς Ἁγίας Μεγαλομάρτυρος Εὐφημίας

 


 

 

Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τῷ θείῳ ἔρωτι, λαμπρῶς ἀθλήσασα, 

εἰς oσμὴν ἔδραμες, Χριστοῦ πανεύφημε, 

οἶα νεᾶνις παγκαλής, καὶ Μάρτυς πεποικιλμένη· 

ὅθεν εἰσελήλυθας, εἰς παστάδα οὐράνιον, 

κόσμῳ διανέμουσα, ἰαμάτων χαρίσματα, 

καὶ σώζουσα τοὺς σοὶ ἐκβοῶντας· 

χαίροις θεόφρον Εὐφημία.



Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ἐν τῇ ἀθλήσει σου καλῶς ἠγωνίσω, 

καὶ μετὰ θάνατον ἡμᾶς ἁγιάζεις,

ταῖς τῶν αἱμάτων βλύσεσι Πανεύφημε· 

ὅθεν σου τὴν κοίμησιν, τὴν ἁγίαν τιμῶμεν, 

πίστει παριστάμενοι, τῷ σεπτῷ σου λειψάνῳ, 

ἵνα ῥυσθῶμεν νόσων ψυχικῶν, 

καὶ τῶν θαυμάτων τὴν χάριν ἀντλήσωμεν.



Μεγαλυνάριον.
Εὔφημόν σοι αἶνον καὶ ἱερόν, 

πανεύφημε Μάρτυς, ἀναμέλπομεν εὐπρεπῶς· 

σὺ γὰρ Εὐφημία, ἐμπρέψασα εὐφήμως,

 τῷ Λόγῳ ἐδοξάσθης, ὡς καλλιπάρθενος.

 

Πηγή: synaxarion.gr  

 

 

 

Δεν υπάρχουν σχόλια: