«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 26 Σεπτεμβρίου 2020

Τῆς Μεταστάσεως τοῦ Ὰγίου Ἰωάννου τοῦ Θεολόγου


 

Ἀπολυτίκιον. Ἦχος β’.

Ἀπόστολε Χριστῷ τῷ Θεῷ ἠγαπημένε, 

ἐπιτάχυνον ῥῦσαι λαὸν ἀναπολόγητον· 

δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος· 

ὃν ἱκέτευε Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, 

αἰτούμενος ἡμῖν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀγάπης ὡς ἔμπλεως, τοῦ διδασκάλου Χριστοῦ, 

τῷ στήθει ἀνέπεσας, καὶ ἐμυήθης σαφῶς, 

τὴν γνῶσιν τὴν ἄρρητον. Ὅθεν θεολογίας, 

θεῖον ὄργανον ὤφθης, Ἀπόστολε Ἰωάννη, 

καὶ φωστὴρ εὐσεβείας· 

διὸ Εὐαγγελιστά σε, πόθῳ γεραίρομεν.


Κοντάκιον. Ἦχος β’.

Τὰ μεγαλεῖά σου Παρθένε τὶς διηγήσεται; 

βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, 

καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, 

ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

 

Ἕτερον Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Προσελθὼν Ἀπόστολε, τοῦ Διδασκάλου τῷ στήθει, 

ἐξ αὐτοῦ ἀντλήσας δέ, θεολογίας τὰ ῥεῖθρα,

 ἅπασαν, τὴν οἰκουμένην τερπνῶς ἀρδεύεις, 

νάμασι, τοῖς ζωηφόροις καὶ ἀθανάτοις· 

διὸ χαῖρέ σοι βοῶμεν, 

ὦ Ἰωάννη, θεολογίας πηγή.


Μεγαλυνάριον.
Ὡς ἠγαπημένος τῷ Ἰησοῦ, 

τῆς θεολογίας, ἐμυήθης τὸν θησαυρόν· 

ὅθεν Ἰωάννη, Ἀπόστολον θεόπτην, 

καὶ μύστην τῶν ἀρρήτων, σὲ μεγαλύνομεν.

 

 Πηγή: synaxarion.gr

Δεν υπάρχουν σχόλια: