«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 10 Σεπτεμβρίου 2020

Tῶν Ἁγίων Παρθενομαρτύρων Μηνοδώρας, Μητροδώρας καὶ Νυμφοδώρας, τῶν αὐταδέλφων

 

 


 

Ἀπολυτίκιον. Ἦχος α’. Τοὺς τρεῖς μεγίστους φωστῆρας.
Τᾶς τρεῖς ἐνδόξους Παρθένους καὶ Ἀθληφόρους θεόφρονας, 

τὰς συνδεδεμένας ἐνθέως, ἀδελφικῇ οἰκειότητι, 

τὰς καλλιρόους πηγὰς τῆς εὐσέβειας, 

τὰς ἀναβλυζούσας, μαρτυρικῶν ἀγώνων χάριν ἀέναον, 

τὴν θείαν Μηνοδώραν, καὶ τὴν Μητροδώραν τὴν ἔνδοξον, 

σὺν τῇ κλυτῇ Νυμφοδώρᾳ, τῇ ἐν πᾶσι καρτερόφρονι, 

πάντες οἱ τρυφῶντες τῶν ἄθλων αὐτῶν, 

συνδραμόντες ὕμνοις τιμήσωμεν· 

αὐταὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.



Κοντάκιον  Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὑπὲρ Τριάδος καρτερῶς ἐναθλοῦσαι, 

τὸν πολυμήχανον ἐχθρὸν ἐτροπώσασθε, 

ἀδελφικῶς τῷ πνεύματι συνδούμεναι· 

ὅθεν εἰσῳκίσθητε, σὺν ταῖς πέντε παρθένοις, 

εἰς τὸν ἐπουράνιον, Ἀθληφόροι νυμφῶνα, 

καὶ σὺν Ἀγγέλοις τῷ Παμβασιλεῖ, 

ἐν εὐφροσύνῃ, ἀπαύστως παρίστασθε.



Μεγαλυνάριον.
Χαίροις Μηνοδώρα θεοειδής· 

χαίροις Μητροδώρα, ἀπερίτρεπτε ἐν ποιναῖς· 

χαίροις Νυμφοδώρα, ἡ τοῦ Σωτῆρος νύμφη, 

Τριάδος τῆς ἁγίας, κόραι ἰσάριθμαι.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: