«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 27 Οκτωβρίου 2020

Τοῦ Ἁγίου Μάρτυρος Νέστορος

 


Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀθλητὴς εὐσεβείας ἀκαταγώνιστος, 

ὡς κοινωνὸς καὶ συνήθης τοῦ Δημητρίου ὀφθείς, 

ἠγωνίσω ἀνδρικῶς Νέστορ μακάριε· 

τῇ θεϊκῇ γὰρ ἀρωγῇ, τὸν Λυαῖον καθελών, 

ὡς ἄμωμον ἱερεῖον, σφαγιασθεὶς προσηνέχθης, 

τῷ Ἀθλοθέτῃ καὶ Θεῷ ἡμῶν.


Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἀθλήσας καλῶς, ἀθάνατον τὴν εὔκλειαν, 

κεκλήρωσαι νῦν, καὶ στρατιώτης ἄριστος, 

τοῦ Δεσπότου γέγονας, ταῖς εὐχαῖς Δημητρίου τοῦ Μάρτυρος· 

σὺν αὐτῷ οὖν Νέστορ σοφέ, πρεσβεύων μὴ παύσῃ, 

ὑπὲρ πάντων ἡμῶν.


Μεγαλυνάριον.
Σθένος ἐζωσμένος ὑπερφυές, 

νικητὴς ἐγένου, ἐν ἀγῶσι Νέστορ σοφέ· 

ὅθεν ἀκηράτων, γερῶν ἠξιωμένος, 

μετὰ τοῦ Δημητρίου, ἡμῶν μνημόνευε.

 

Πηγή: synaxarion.gr 




Δεν υπάρχουν σχόλια: