«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 28 Οκτωβρίου 2020

Τῆς Ἁγίας Σκέπης τῆς Ὺπεραγίας Θεοτόκου


 

Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια.Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
 

Χαίροις Θεογεννῆτορ ἁγνή, 

τῆς ἀγαθότητος πηγὴ ἡ ἀκένωτος, 

Ἑλλήνων ἡ θεία σκέπη, καὶ προστασία θερμή, 

καὶ παραμυθία ἐν ταῖς θλίψεσι‧ 

πρὸς σὲ γὰρ Πανάμωμε, καταφεύγομεν πάντοτε, 

καὶ σωτηρίαν καὶ εἰρήνην καὶ λύτρωσιν, 

τῇ σῇ χάριτι, ἀληθῶς κομιζόμεθα‧ 

ὅθεν τῆς θείας Σκέπης σου, ὑμνοῦμεν τὰ θαύματα, 

καὶ τῆς προνοίας σου Κόρη, τοὺς οἰκτιρμοὺς μεγαλύνομεν, 

δι' ὧν ἀεὶ σῴζεις, περιστάσεων ποικίλων, 

τοὺς πεποιθότας σοι.


 

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.

 
Ὤφθης ἐν θεωρίᾳ λαμπρᾷ, 

οἷά περ ἄνασσα Ἁγνὴ ὑπερκόσμιος, 

Ἀνδρέᾳ τῷ θεοφόρῳ, ἐν Βλαχερνῶν τῷ ναῷ, 

σκέπουσα ἀΰλως τὴν μερίδα σου‧ 

διὸ τούτου ἄγοντες, ἐτησίαν ἀνάμνησιν, 

τὰ μεγαλεῖα, ἀνυμνοῦμεν τῆς δόξης σου, 

καὶ βοῶμέν σοι, ὁ λαός σου Πανάχραντε‧ 

σκέπε καὶ διαφύλαττε, Παρθένε τῇ Σκέπῃ σου, 

οὕς περ οἰκείαν μερίδα, πάλαι ἡμᾶς Κόρη ἔδειξας, 

παρέχουσα πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, 

καὶ μέγα ἔλεος.


 

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

 
Σκέπη τῇ φωταυγεῖ σου Ἁγνή, 

καὶ τῇ ἐλπίδι τῆς στερρᾶς προστασίας σου, 

θαρρήσας ἀνενδοιάστως, ὁ εὐσεβὴς σου λαός, 

τῶν ἐχθρῶν τὸ θράσος ἐτροπώσατο‧ 

διὸ χαριστήριον, ἀναμέλπει σοι αἴνεσιν, 

καὶ τῆς σῆς Σκέπης, ἑορτὴν τὴν ὑπέρλαμπρον, 

ἄγει σήμερον, καὶ θερμῶς Κόρη κράζει σοι‧ 

Σὺ μου σκέπη καὶ πρόμαχος, καὶ μέγα προπύργιον, 

καὶ σὲ ὑμνῶ Παναγία, τῇ χάριτί σου σῳζόμενος, 

ἀλλὰ καὶ μελλόντων, θλιβερῶν πειρατηρίων, 

ῥῦσαὶ με Δέσποινα. 


 

Θεοτοκίον, Ἦχος πλ. δ' 

 
Τῆς Σκέπης σου τῆς σωστικῆς, αἱ πολλαπλαὶ ἐκδηλώσεις, 

περὶ τὸ Ἔθνος σου Ἄχραντε, πᾶσαν ἀκοὴν καταπλήττουσι. 

Σὺ γὰρ πάλαι τε καὶ νῦν, ἐν παντὶ καὶ πάντοτε προφθάνεις, 

καὶ πάσης στενώσεως, ἡμᾶς ἀπαλλάττεις, οἷς οἶδας τρόποις φιλάγαθε. 

Διὸ Πανύμνητε Δέσποινα, μὴ παύσῃ δεικνύουσα ἡμῖν, 

τὰ ἀρχαῖα ἐλέη σου, ἄχρι τερμάτων αἰῶνος, 

ὅτι σόν ἐσμεν ποίμνιον. 

 

Πηγή:  Μηναῖον Ὀκτωβρίου & glt.goarch.org

Δεν υπάρχουν σχόλια: