Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸ συνάναρχον Λόγον.
Ἀγρευθεὶς
τῷ τοῦ Παύλου Πάτερ κηρύγματι,
ὑφηγητὴς ἀνεδείχθης τῶν ὑπὲρ νοῦν δωρεῶν,
διαvoίᾳ ὑψηλῇ καλλωπιζόμενος·
τῶν γὰρ ἀΰλων οὐσιῶν, τὰς ἀρχὰς μυσταγωγεῖς,
ὡς μύστης τῶν ἀπορρήτων, καὶ τῆς σοφίας ἐκφάντωρ,
Ἱερομάρτυς Διονύσιε.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὰς οὐρανίους διαβὰς πύλας ἐv πνεύματι
Ὡς μαθητὴς τοῦ ὑπὲρ τρεῖς οὐρανοὺς φθάσαντος
Ἀποστόλου Διονύσιε, τῶν ἀρρήτωv
Ἐπλουτίσθης πᾶσαν γνῶσιν καὶ κατηύγασας
Τοὺς ἐν σκότει τῆς ἀγνοίας πρὶν καθεύδοντας·
Διὸ κράζομεν, χαίροις Πάτερ παγκόσμιε.
Ἕτερον Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς τῶν ἀρρήτων μυητὴν καὶ ὑφηγήτορα
Καὶ τῶν ἀΰλων οὐσιῶν ἱεροφάντορα
Ἀνυμνοῦμέν σε ἀξίως Ἱερομάρτυς.
Ἀλλ’ ὡς πλήρης τῆς τοῦ Πνεύματος ἐλλάμψεως
Τῆς σῆς χάριτος μετάδος ταῖς ψυχαῖς ἡμῶν
Τῶν βοώντων σοι, χαίροις Πάτερ Διονύσιε.
Μεγαλυνάριον.
Τῶν
ὑπερκοσμίων θεωριῶν,
γεγονὼς ἐπόπτης, καὶ ἐκφάντωρ θεοειδής,
θεαρχικωτάτων, ἐλλάμψεων τὸ κάλλος,
πανσόφως διαγραφείς, ὦ Διονύσιε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου