«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 26 Οκτωβρίου 2020

Τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου


  

Δοξαστικόν.Ἦχος δ'. Ἀνδρέου Ἱεροσολυμίτου

Τὸν λόγχαις κληρωσάμενον, τῆς σωτηρίου πλευρᾶς τὴν χάριν, 

τῆς νυγείσης τῇ λόγχῃ, ἐξ ἧς ἡμῖν πηγάζει ὁ Σωτήρ, 

ζωῆς καὶ ἀφθαρσίας νάματα, Δημήτριον τιμήσωμεν, 

τὸν σοφώτατον ἐν διδαχαῖς, καὶ στεφανίτην ἐν Μάρτυσι·

τὸν δι' αἵματος τελέσαντα, τὸν τῆς ἀθλήσεως δρόμον, 

καὶ θαύμασιν ἐκλάμψαντα πάσῃ τῇ οἰκουμένῃ, 

τόν ζηλωτὴν τοῦ Δεσπότου, καὶ συμπαθῆ φιλόπτωχον· 

τὸν ἐν πολλοῖς καὶ πολλάκις κινδύνοις χαλεποῖς, 

τῶν Θεσσαλονικέων προϊστάμενον, 

οὗ καὶ τὴν ἐτήσιον μνήμην γεραίροντες, 

δοξάζομεν Χριστὸν τὸν Θεόν, 

τὸν ἐνεργοῦντα δι' αὐτοῦ πᾶσι τὰ ἰάματα.
 

 

Θεοτοκίον. Ἦχος δ'.  
 

Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, 

Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, 

ἵνα πάντες κράζωμέν σοι· Χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν. 

 

Πηγή:  glt.goarch.org



Δεν υπάρχουν σχόλια: