Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν
τῶν ἰάσεων, χάριν πλουτήσαντες,
πάθη δυσίατα, ταχέως παύετε,
καὶ χορηγεῖτε δωρεάν, Ἀνάργυροι τὰς ἰάσεις·
φάρμακα γὰρ νέμοντες, ἀληθῶς τὰ σωτήρια,
ῥῶσίν τε καὶ λύτρωσιν, τοῖς νοσοῦσι βραβεύετε,
κουφίζοντες τοὺς πίστει βοῶντας·
χαῖρε εἰκὰς τῶν Ἀναργύρων.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς ἰατῆρες παθημάτων ἑτοιμότατοι
Καὶ τῶν ἐν νόσοις συμπαθέστατοι ἀκέστορες,
Εἰκοσάριθμε χορεία τῶν Ἀναργύρων,
Ἀπὸ πάσης ἀσθενείας καὶ κακώσεως
Ἀσινεῖς τε καὶ ἀτρώτους διασώζετε
Τοὺς κραυγάζοντας, χαίρετε θεῖοι Ἀνάργυροι.
Μεγαλυνάριον.
Χάριν
δεδεγμένοι παρὰ Θεοῦ,
δωρεὰν τὰς νόσους, θεραπεύετε τῶν πιστῶν,
καὶ τῶν βαρυτάτων, παθῶν λυτροῦσθε θᾶττον,
τοὺς ἐπικαλουμένους, ὑμᾶς Ἀνάργυροι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου