Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Ἐν
τῇ ὑπομονῇ σου ἐκτήσω τὸν μισθόν σου Πάτερ Ὅσιε,
ταῖς προσευχαῖς ἀδιαλείπτως ἐγκαρτερήσας,
τοὺς πτωχοὺς ἀγαπήσας, καὶ τούτοις ἐπαρκέσας.
Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ,
Ἰωάννη Ἐλεῆμον μακάριε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τὸν
πλοῦτον τὸν σόν, ἐσκόρπισας τοῖς πένησι,
καὶ τῶν οὐρανῶν, τὸν πλοῦτον νῦν ἀπείληφας,
Ἰωάννη πάνσοφε· διὰ τοῦτο πάντες σε γεραίρομεν,
ἐκτελοῦντες τὴν μνήμην σου, τῆς ἐλεημοσύνης ὦ ἐπώνυμε.
Μεγαλυνάριον.
Ἐλεημοσύνης
ὁ ποταμός,
ὁ τῆς εὐσπλαγχνίας, διανέμων ἐπιρροάς,
καὶ καταπιαίνων, ἀπόρων τὰς καρδίας,
ὁ μέγας Ἰωάννης, ὑμνολογείσθω μοι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου