Κατὰ Λουκᾶν, ιη΄18-27.
18
Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν
αἰώνιον κληρονομήσω;
19 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν;
οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός.
20 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ
φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν
μητέρα σου.
21 ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
22
ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις
πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο
ἀκολούθει μοι.
23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος
σφόδρα.
24 Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· Πῶς δυσκόλως
οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ!
25
εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον
εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
26 εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς
δύναται σωθῆναι;
Πηγές: Καινὴ Διαθήκη, σελ. 326-327 & myriobiblos.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου