«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 30 Νοεμβρίου 2020

Τοῦ Ἁγίου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου

 


Ἀπολυτίκιον. Ἦχος δ’.

Ὡς τῶν Ἀποστόλων πρωτόκλητος, 

καὶ τοῦ κορυφαίου αὐτάδελφος, 

τὸν Δεσπότην τῶν ὅλων Ἀνδρέα ἱκέτευε, 

εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, 

καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν Δεσπότην τῶν ὅλων ἰδὼν Ἀπόστολε, 

σωματωθέντα ἀτρέπτως εἰς σωτηρίαν ἡμῶν, 

πρῶτος ἔδραμες αὐτῷ Ἀνδρέα πάνσοφε· 

ὅθεν ηὐγάσθης παρ’ αὐτοῦ, ὡς ἀστὴρ ἀειφανής, 

καὶ ἔλαμψας τοῖς ἐν κόσμῳ, τῆς εὐσεβείας τὸ φέγγος, 

φωταγωγῶν τὰς διανοίας ἡμῶν.


Κοντάκιον. Ἦχος β’. Τὴν ἐν πρεσβείαις.
Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, 

καὶ Μαθητῶν τὸν πρωτόκλητον τοῦ Σωτῆρος, 

Πέτρου τὸν σύγγονον εὐφημήσωμεν· 

ὅτι ὡς πάλαι τούτῳ καὶ νῦν ἡμὶν ἐκέκραγεν· 

Εὐρήκαμεν δεῦτε τὸν ποθούμενον.


Μεγαλυνάριον.
Πρῶτος προσπελάσας τῷ Ἰησοῦ, 

πρωτόκλητος ὤφθης, καὶ ἀκρότης τῶν Μαθητῶν, 

Ἀνδρέα θεόπτα·  ἐντεῦθεν προσεπάγης, 

Σταυρῷ ὡς ὁ Δεσπότης, μεθ’ οὗ δεδόξασαι.

 

Πηγή: synaxarion.gr  

 

 

 

Δεν υπάρχουν σχόλια: