Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Στήλη ἔμψυχος, τῆς ἐγκρατείας,
στῦλος ἄσειστος, τῆς Ἐκκλησίας,
Στυλιανὲ ἀνεδείχθης μακάριε·
ἀνατεθεῖς γὰρ Θεῷ ἐκ νεότητος,
κατοικητήριον ὤφθης τοῦ Πνεύματος.
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἁγιασθεὶς ἀπὸ μητρῴας νηδύος,
ὥσπερ ὁ θεῖος Σαμουὴλ θεοφόρε,
ἀσκητικῶς ἐδόξασας Χριστὸν τὸν Θεόν·
ὅθεν τῶν ἰἀσεων, ἀνεδείχθης ταμεῖον,
καὶ προστάτης ἔνθεος, νεογνῶν καὶ νηπίων·
ὁ γὰρ Χριστὸς δοξάζει σε λαμπρῶς,
ὃν ἀπὸ βρέφους, Στυλιανὲ ἐδόξασας.
Μεγαλυνάριον.
Στήλη θεοχάρακτος καὶ σεπτή,
ἀρετῶν ποικίλων, ὁ σὸς βίος πέλει ἡμῖν,
Στυλιανὲ Πάτερ, θεοπρεπῶς ῥυθμίζων,
ἡμῶν τὰς διανοίας, τῶν εὐφημούντων σε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου