«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 1 Δεκεμβρίου 2020

Τοῦ Ἁγίου Φιλαρέτου τοῦ ἐλεήμονος


 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Θείας πίστεως, περιουσίᾳ, 

διεσκόρπισας, τοῖς δεομένοις, 

τὸν προσόντα σοι πλοῦτον Φιλάρετε· 

καὶ εὐσπλαγχνίᾳ κοσμήσας τὸν βίον σου, 

τὸν χορηγόν του ἐλέους ἐδόξασας· 

Ὃν ἱκέτευε, δοθῆναι τοῖς εὐφημοῦσί σε, 

ῥανίδα οἰκτιρμῶν καὶ θεῖον ἔλεος.


Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.

Τοῦ Ἰὼβ κτησάμενος, ἐν πειρασμοῖς τὴν ἀνδρείαν,

 τοῖς πτωχοῖς διένειμας, ὡς συμπαθὴς τὸν σὸν πλοῦτον· 

ὤφθης γὰρ, τῆς εὐσπλαγχνίας ἔμψυχος βρύσις, 

νάμασι, τῶν θείων τρόπων σου ἱλαρύνων,

 τοὺς ἐκ πόθου σοι βοῶντας· 

χαίροις θεράπον Χριστοῦ Φιλάρετε.



Μεγαλυνάριον.

Χαίροις τῶν πενήτων ὁ προμηθεύς, 

καὶ τῶν δυστυχούντων, ἀντιλήπτωρ καὶ βοηθός· 

χαίροις ὁ ἐν οἴκτῳ, τὸν Λόγον θεραπεύσας, 

Φιλάρετε τρισμάκαρ, Δικαίων σύσκηνε.

 

Πηγή: synaxarion.gr 

 

 

 


Δεν υπάρχουν σχόλια: