«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 22 Δεκεμβρίου 2020

Τῆς Ἁγίας Μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας

 

Κανών β', ᾨδὴ δ', τῆς Ἁγίας.  Ἦχος α'. Ἐν Πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ
 

Ὑμνήσατε τὰ Ἔθνη, κροτήσατε Λαοί, 

ἐν Σπηλαίῳ τίκτεται, ὁ πάντων φωτισμός· 

οὗ ταῖς ἀκτῖσιν, Ἀναστασία ἡ Μάρτυς, 

καταυγασθεῖσα, σκότος ἔφυγεν ἀπάτης, 

λάμψασα ἡλίου φαιδρότερον.


Μαρτύρων τῆς εὐκλείας, ἐπέτυχες σεμνή, 

τοῦ Χριστοῦ Πανεύφημε, προθύμῳ λογισμῷ· 

καὶ τούτων Μάρτυς, ἰχῶρας χερσὶν οἰκείαις, 

πόθῳ καὶ πίστει, ἀπομάττουσαν σπουδαίως, 

πάντες σὺν αὐτοῖς εὐφημοῦμέν σε.


Ἀγῶνας πολυτρόπους, διήνυσας στερρῶς,

 καὶ θαυμάτων εἴληφας, τὴν χάριν δαψιλῶς,

 Ἀναστασία ἐντεῦθεν ἅπας ὁ κόσμος,

 καταφυγὴν σε καὶ ἀντίληψιν βεβαίαν, 

κέκτηται προστρέχων τῇ σκέπῃ σου.


Ῥομφαίας ἀοράτων, συνέτριψας ἐχθρῶν, 

Μάρτυς μεγαλώνυμε, δυνάμει τοῦ Σταυροῦ· 

ὅθεν ἐδείχθης, πηγὴ ἀπείρων θαυμάτων, 

Ἀναστασία ἀποπλύνουσα παντοίων, 

Μάρτυς νοσημάτων τὸν βόρβορον. 

 

Πηγή: Μηναῖον Δεκεμβρίου &  glt.goarch.org

Δεν υπάρχουν σχόλια: