«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 25 Δεκεμβρίου 2020

Οἱ καταβασίες τῶν Χριστουγέννων

 

 
 
 Κανών α', ᾨδὴ α'  Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Χριστὸς γεννᾶται· δοξάσατε. 

Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε. 

Χριστὸς ἐπὶ γῆς· ὑψώθητε. 

ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, 

καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· 

ὅτι δεδόξασται.

 

Κανών α', ᾨδὴ δ' Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, 

καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, 

ἐκ τῆς Παρθένου ἀνεβλάστησας· 

ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος 

ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, 

ὁ ἄϋλος καὶ Θεός. 

Δόξα τῇ δυνάμει σου Κύριε».


Κανών α', ᾨδὴ ε' Ἦχος α'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, 

τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, 

εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· 

ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, 

ἐκ νυκτός ὀρθρίζοντες, 

δοξολογοῦμέν σε Φιλάνθρωπε».


Κανών α', ᾨδὴ ς' Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν 

ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, 

ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν 

διελήλυθε φυλάξας ἀδιάφθορον· 

ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, 

τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».

 

Κανών α', ᾨδὴ ζ'   Ἦχος α'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, 

δυσσεβοῦς προστάγματος καταφρονήσαντες, 

πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, 

ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· 

Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ».

 


 
Κανών α', ᾨδὴ η'  Ἦχος α'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, 

ἐξεικόνισε κάμινος τύπον· 

οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, 

ὡς οὐδὲ πῦρ τῆς Θεότητος, 

Παρθένου ἣν ὑπέδυ νηδύν· 

διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. 

Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, 

καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».

 

                          Μπορεῖτε νὰ ἀκούσετε τὴν ὑπέροχη ψαλμωδία: 

 

 

 


Πηγή: glt.goarch.org

Δεν υπάρχουν σχόλια: