«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 27 Δεκεμβρίου 2020

Τοῦ Ἁγίου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου Στεφάνου

  


 

 

Δοξαστικὸν, Τοῦ Ἁγίου  Ἦχος πλ. β' Ἀνατολίου
Πρῶτος ἐν Μάρτυσιν ἐδείχθης, 

καὶ ἐν Διακόνοις Στέφανε μακάριε, 

τῶν ἀθλητῶν τὸ ἐγκαλλώπισμα, 

τῶν πιστῶν τὸ καύχημα, 

ἡ δόξα τῶν δικαίων. 

Τοὺς τὴν σεπτὴν σου ἑορτάζοντας μνήμην αἴτησαι, 

ὡς παριστάμενος τῷ θρόνῳ, 

Χριστοῦ τοῦ παντάνακτος, 

τῶν πταισμάτων ἱλασμὸν λαβεῖν, 

καὶ βασιλείας οὐρανῶν ἀξιωθῆναι.
 

 

Τῆς Ἑορτῆς Ἦχος πλ. β'
Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ ,

 καὶ ἀγάλλονται σήμερον· 

σκιρτᾷ δὲ πᾶσα ἡ Κτίσις, 

διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ 

Σωτῆρα καὶ Κύριον,

 ὅτι πᾶσα πλάνη, 

τῶν εἰδώλων πέπαυται, 

βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας. 

 

Πηγή: glt.goarch.org

Δεν υπάρχουν σχόλια: